Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θυμοῦ τὴν
τιμωρίαν παρελόμενος 1 αὐτὸς ἀσφαλῶς
καὶ ἀβλαβῶς
καὶ ὠφελίμως ἐκόλασε τὸν ἄξιον οὐχ
ἑαυτὸν ὥσπερ ὁ θυμούμενος ἀντ᾽ ἐκείνου
πολλάκις.
πάντων δὲ τῶν παθῶν ἐθισμοῦ δεομένων,
οἷον δαμάζοντος καὶ καταθλοῦντος ἀσκήσει
τὸ ἄλογον καὶ δυσπειθές, οὐ πρὸς ἄλλο
μᾶλλον ἔστιν ἐγγυμνάσασθαι τοῖς οἰκέταις ἢ πρὸς
τὸν θυμόν. οὔτε γὰρ φθόνος οὔτε φόβος
οὔτε φιλοτιμία τις ἐγγίγνεται πρὸς αὐτούς:
ὀργαὶ δὲ συνεχεῖς πολλὰ ποιοῦσαι
προσκρούματα καὶ σφάλματα διὰ τὴν ἐξουσίαν
ὥσπερ ἐν ὀλισθηρῷ χωρίῳ, μηδενὸς
ἐνισταμένου μηδὲ κωλύοντος,
1 παρελόμενος] add. ὁ λόγος Stegmannus. itaque Amyotus
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.