Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ ὑπὸ λόγων τινῶν χρηστῶν
θεραπευόμενον.
καίτοι ( τὸ γὰρ ἀληθὲς εἰρήσεται
πρὸς σέ) ταῦθ᾽ ἡμῖν Ἔρως ὁ
ἑταῖρος ἀπαγγέλλων ὕποπτος ἦν τὰ μὴ
προσόντα πρέποντα δὲ προσεῖναι τοῖς καλοῖς
κἀγαθοῖς δι᾽ εὔνοιαν ἐπιμαρτυρεῖν: καίπερ,
ὡς οἶσθα, οὐδαμῇ πιθανὸς ὢν τῷ πρὸς
χάριν ὑφίεσθαι
τοῦ δοκοῦντος. ἀλλὰ νῦν ἐκεῖνός τε τῶν
ψευδομαρτυριῶν ἀφεῖται, καὶ σύ, τῆς
ὁδοιπορίας σχολὴν διδούσης, δίελθ᾽ ἡμῖν
ὥσπερ ἰατρείαν τινὰ σεαυτοῦ, χρησάμενος
οὕτως εὐήνιον καὶ ἁπλοῦν καὶ τῷ λόγῳ
πρᾶον καὶ ὑπήκοον ἐποιήσω τὸν θυμόν.
Φουνδανός. εἶτ᾽ οὐ
σκοπεῖς, ὦ προθυμότατε Σύλλα, μὴ καὶ
αὐτὸς εὐνοίᾳ καὶ φιλίᾳ τῇ πρὸς ἡμᾶς
παρορᾷς τι τῶν ἡμετέρων; ἔρωτι μὲν γὰρ
οὐδ᾽ αὐτῷ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.