Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θόρυβον, ἐὰν μὴ
καθάπερ κελευστὴν ἔνδοθεν ἔχῃ τὸν αὑτῆς
λόγον ὀξέως δεχόμενον καὶ συνιέντα τῶν
παραγγελλομένων
ἕκαστον: ἀκούσασα δὲ τῶν μὲν ἠρέμα καὶ
πράως λεγομένων καταφρονεῖ, πρὸς δὲ τοὺς
ἐνισταμένους τραχύτερον ἐρεθίζεται. καὶ γὰρ
ὑπερήφανος καὶ αὐθάδης καὶ ὅλως ὑφ᾽
ἑτέρου 1 ὁ θυμὸς δυσκίνητος ὢν, ὥσπερ
ὀχυρὰ τυραννὶς ἐξ ἑαυτῆς ἔχειν ὀφείλει σύνοικον καὶ
συγγενὲς τὸ καταλῦον.
ἡ μὲν οὖν συνέχεια τῆς ὀργῆς καὶ τὸ
προσκρούειν πολλάκις ἕξιν ἐμποιεῖ πονηρὰν
τῇ ψυχῇ, ἣν ὀργιλότητα καλοῦσιν, εἰς
ἀκραχολίαν καὶ πικρίαν καὶ δυσκολίαν τελευτῶσαν, ὅταν
ἑλκώδης καὶ μικρόλυπος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.