Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ ἔργα τὴν διάθεσιν φιλεῖν καὶ ἀγαπᾶν καὶ μετ᾽ εὐνοίας ἀεὶ τιμὴν εὔφημον ἀποδιδούσης ἐξομοιοῦσθαι. φιλονεικία δ᾽ ὅτῳ καὶ φθόνος ἐνέστακται πρὸς τοὺς κρείττονας, οὗτος ἴστω δόξης τινὸς ἢ δυνάμεως ζηλοτυπίᾳ κνιζόμενος, ἀρετὴν δὲ μὴ τιμῶν μηδὲ θαυμάζων.
ὅταν οὖν οὕτως ἀρχώμεθα τῶν ἀγαθῶν ἐρᾶν, ὥστε μὴ μόνον κατὰ Πλάτωνα 1 μακάριον μὲν αὐτὸν ἡγεῖσθαι τὸν σώφρονα, ‘μακάριον δὲ τὸν ξυνήκοον τῶν ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων,’ ἀλλὰ καὶ σχῆμα καὶ βάδισμα καὶ βλέμμα καὶ μειδίαμα θαυμάζοντες αὐτοῦ καὶ ἀγαπῶντες οἷον συναρμόττειν καὶ συγκολλᾶν ἑαυτοὺς ὦμεν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.