ἀλλ᾽ ἔχουσαν ἐπιλογισμούς. ὧν σκόπει τὸν πρῶτον εὐθύς. εἰ καθάπερ οἱ πρὸς 1 ἀχανὲς θέοντες ἱστίοις πέλαγος ἅμα τῷ χρόνῳ πρὸς τὴν τοῦ πνεύματος ῥώμην ἀναμετροῦνται τὸν δρόμον, ὅσον 2 εἰκὸς ἐν τοσούτῳ γεγονέναι ὑπὸ τοσαύτης κομιζομένοις δυνάμεως, οὕτως ἄν τις ἐν φιλοσοφίᾳ τὸ ἐνδελεχὲς καὶ τὸ συνεχὲς τῆς πορείας καὶ μὴ πολλὰς διὰ μέσου ποιούμενον ἐπιστάσεις, εἶτ᾽ αὖθις ὁρμὰς καὶ ἐπιπηδήσεις, ἀλλὰ λείως καὶ ὁμαλῶς τοῦ πρόσθεν ἐπιλαμβανόμενον ἀεὶ καὶ διϊὸν ἀπταίστως διὰ τοῦ λόγου τεκμήριον ἑαυτῷ ποιήσαιτο προκοπῆς. τὸ γάρ
εἰ καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
3 καὶ θαμὰ τοῦθ᾽ ἕρδοις