Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῖς, φιλοσοφοῦσιν, ἀλλὰ καὶ φίλων συμβουλαὶ μετὰ σπουδῆς καὶ διαφόρων ἀντιλήψεις ἐν γέλωτι καὶ παιδιᾷ γιγνόμεναι κάμπτουσι καὶ μαλάσσουσιν, ἐνίους δὲ καὶ τέλεον ἤδη φιλοσοφίας ἐξέσεισαν, οὐ φαῦλον ἄν τι προκοπῆς εἴη σημεῖον ἡ πρὸς ταῦτα πραότης ἑκάστου καὶ τὸ μὴ ταραττόμενον μηδὲ κνιζόμενον ὑπὸ τῶν λεγόντων καὶ ὀνομαζόντων ἣλικάς τινας ἐν αὐλαῖς βασιλέων εὐημεροῦντας ἢ φερνὰς ἐπὶ γάμοις λαμβάνοντας ἢ κατιόντας ὑπὸ πλήθους εἰς ἀγορὰν ἐπ᾽ ἀρχήν τινα ἢ συνηγορίαν. ὁ γὰρ ἀνέκπληκτος ἐν τούτοις καὶ ἄτεγκτος ἢδη δῆλός ἐστιν εἰλημμένος ἣν προσήκει
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.