μόνον ὥσπερ Ἀλκιβιάδης 1 ἔλεγε τὴν καρδίαν στρέφεσθαι καὶ δάκρυα ἐκπίπτειν, ἀλλ᾽ ὅ γε προκόπτων ἀληθῶς, μᾶλλον ἔργοις καὶ πράξεσιν ἀνδρὸς ἀγαθοῦ καὶ τελείου παραβάλλων ἑαυτόν, ἅμα [p. 204] τῷ συνειδότι τοῦ ἐνδεοῦς δακνόμενος καὶ δι᾽ ἐλπίδα καὶ πόθον χαίρων καὶ μεστὸς ὢν ὁρμῆς οὐκ ἠρεμούσης οἷὸς τ᾽ ἐστι κατὰ Σιμωνίδην 2
ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχειν,τῷ ἀγαθῷ μονονουχὶ συμφῦναι γλιχόμενος. καὶ γὰρ τοῦτο προκοπῆς ἀληθοῦς ἴδιόν ἐστι πάθος, ὧν ζηλοῦμεν