Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ Διογένης τὴν εἰς Ἀθήνας ἐκ Κορίνθου καὶ πάλιν εἰς Κόρινθον ἐξ Ἀθηνῶν μετάβασιν ἑαυτοῦ παρέβαλλε ταῖς βασιλέως ἔαρος μὲν ἐν Σούσοις καὶ χειμῶνος ἐν Βαβυλῶνι, θέρους δ᾽ ἐν Μηδίᾳ διατριβαῖς. καὶ Ἀγησίλαος περὶ τοῦ μεγάλου βασιλέως ‘τί γὰρ ἐμοῦ μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος;’ ὁ δ᾽ Ἀριστοτέλης πρὸς Ἀντίπατρον περὶ Ἀλεξάνδρου γράφων ἔφη μὴ μόνον ἐκείνῳ προσήκειν ὅτι πολλῶν κρατεῖ μέγα φρονεῖν, ἀλλ᾽ οὐδὲν ἧττον εἴ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.