Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰκός ἐστιν, οἷς πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἡ ἅμιλλα, τῷ καιρῷ καὶ τοῖς πράγμασι χρῆσθαι τῶν ἐπὶ ταῖς λέξεσι θορύβων καὶ κρότων ἐλάχιστα φροντίζοντας,
οὐ μόνον δὲ δεῖ τοὺς λόγους ἀλλὰ καὶ τὰς πράξεις ἕκαστον ἐπισκοπεῖν εἰ τὸ χρειῶδες τοῦ πανηγυρικοῦ καὶ τοῦ πρὸς ἐπίδειξιν αὐταῖς πλέον ἔνεστι τὸ πρὸς ἀλήθειαν. εἰ γὰρ ἀληθινὸς ἔρως; παιδὸς ἢ γυναικὸς οὐ ζητεῖ μάρτυρας, ἀλλὰ καρποῦται τὸ ἡδὺ κἂν κρύφα κατεργάσηται τὸν πόθον, ἔτι μᾶλλον εἰκός ἐστι τὸν φιλόκαλον καὶ φιλόσοφον συνόντα διὰ τῶν πράξεων τῇ ἀρετῇ καὶ χρώμενον [p. 195] αὐτὸν ἐν ἑαυτῷ σιωπῇ μέγα φρονεῖν, ἐπαινετῶν καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.