Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δοτέον οὖν τοῖς παισὶν
ἀναπνοὴν τῶν συνεχῶν πόνων, ἐνθυμουμένους ὅτι πᾶς ὁ βίος ἡμῶν εἰς
ἄνεσιν καὶ σπουδὴν διῄρηται. καὶ διὰ τοῦτ᾽ οὐ μόνον ἐγρήγορσις ἀλλὰ
καὶ ὕπνος εὑρέθη, οὐδὲ πόλεμος ἀλλὰ καὶ εἰρήνη, οὐδὲ χειμὼν ἀλλὰ
καὶ εὐδία, δ̓: οὐδ᾽ ἐνεργοὶ πράξεις ἀλλὰ
καὶ ἑορταί. συνελόντι δ᾽ εἰπεῖν ἡ ἀνάπαυσις τῶν πόνων ἐστὶν ἄρτυμα.
καὶ οὐκ ἐπὶ τῶν ζῴων μόνων τοῦτ᾽ ἂν 1 ἴδοι τις γιγνόμενον, ἀλλὰ καὶ
ἐπὶ τῶν ἀψύχων καὶ γὰρ τὰ τόξα καὶ τὰς: λύρας ἀνίεμεν, ἵν᾽
ἐπιτεῖναι δυνηθῶμεν. καθόλου δὲ σῴζεται σῶμα
μὲν ἐνδείᾳ καὶ πληρώσει, ψυχὴ δ᾽ ἀνέσει καὶ πόνῳ. ἄξιον δ᾽ ἐπιτιμᾶν
τῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.