Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ ἔθη καὶ παιδεῖαι
καὶ διδασκαλίαι καὶ βίων ἀγωγαί, καὶ ἐγὼ ταῦθ᾽ ὑμῖν αὐτίκα δὴ μάλα
ποιήσω φανερά’ εἶτα προσαγαγὼν τοὺς δύο σκύλακας διαφῆκε, καταθεὶς
εἰς μέσον λοπάδα καὶ λαγωὸν κατευθὺ τῶν σκυλάκων. καὶ ὁ μὲν ἐπὶ τὸν
λαγωὸν ᾖξεν, ὁ δ᾽ ἐπὶ τὴν λοπάδα ὥρμησε.
τῶν δὲ Λακεδαιμονίων οὐδέπω συμβαλεῖν ἐχόντων τί ποτ᾽ αὐτῷ τοῦτο
δύναται καὶ τί βουλόμενος τοὺς σκύλακας ἐπεδείκνυεν, ‘οὗτοι γονέων’
ἔφη ‘τῶν αὐτῶν ἀμφότεροι, διαφόρου δὲ τυχόντες ἀγωγῆς ὁ μὲν λίχνος
ὁ δὲ θηρευτὴς ἀποβέβηκε’ καὶ περὶ μὲν ἐθῶν καὶ βίων ἀρκείτω
ταῦτα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.