Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παραγγέλματα. ταῦτα πάντα
διατεινάμενος ἂν 1 εἴποιμ᾽ ὅτι συνῆλθε καὶ
συνέπνευσεν εἰς τὰς τῶν παρ᾽ ἅπασιν ᾀδομένων ψυχάς, Πυθαγόρου καὶ
Σωκράτους καὶ Πλάτωνος καί τῶν ὅσοι δόξης ἀειμνήστου τετυχήκασιν.
εὔδαιμον μέν οὖν καὶ θεοφιλές εἴ τῳ ταῦτα
πάντα θεῶν τις ἀπέδωκεν. εἰ δέ τις οἴεται τοὺς οὐκ εὖ πεφυκότας
μαθήσεως καὶ μελέτης τυχόντας ὀρθῆς πρὸς ἀρετὴν οὐκ ἂν τὴν τῆς φύσεως
ἐλάττωσιν εἰς τοὐνδεχόμενον ἀναδραμεῖν 2, ἴστω πολλοῦ, μᾶλλον δὲ τοῦ
παντὸς διαμαρτάνων. φύσεως μὲν γὰρ ἀρετὴν
διαφθείρει ῥᾳθυμία, φαυλότητα δ᾽ ἐπανορθοῖ διδαχή: καὶ τὰ μὲν ῥᾴδια
τοὺς ἀμελοῦντας φεύγει,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.