Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὖν εἰς ὅσον οἷὸν τ᾽ ἐστὶ τούτοις παραδείγμασι χρωμένους τὸ πολὺ τῆς
ἀκρατοῦς καὶ μαινομένης ὑφαιρεῖν ὀργῆς οὐδὲ γὰρ ἐς τἄλλα ἐνάμιλλοι
ταῖς ἐκείνων ἐσμὲν οὔτ᾽ ἐμπειρίαις οὔτε
καλοκαγαθίαις. ἀλλ᾽ οὐδὲν ἧττον ἐκείνων, ὥσπερ θεῶν ἱεροφάνται καὶ
δᾳδοῦχοι τῆς σοφίας ὄντες, ὅσαπέρ ἐστιν ἐν δυνατῷ, ταῦτα μιμεῖσθαι
καὶ περικνίζειν ἐπιχειροῦμεν. τὸ τοίνυν τῆς γλώττης κρατεῖν περὶ τούτου
γάρ, ὥσπερ ὑπεθέμην, εἰπεῖν λοιπόν εἴ τις
μικρὸν καὶ φαῦλον ὑπείληφε , πλεῖστον διαμαρτάνει τῆς ἀληθείας. σοφὸν γὰρ
εὔκαιρος σιγὴ καὶ παντὸς λόγου κρεῖττον. [p. 24]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.