Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰσὶν αἰκίας ὠφελιμώτεροι τοῖς ἐλευθέροις, οἱ
μὲν ἐπὶ τὰ καλὰ παρορμῶντες οἱ δ᾽ ἀπὸ τῶν αἰσχρῶν ἀνείργοντες. δεῖ δ᾽
ἐναλλάξ καὶ ποικίλως χρῆσθαι ταῖς ἐπιπλήξεσι καὶ τοῖς ἐπαίνοις,
κἀπειδάν ποτε θρασύνωνται, 1 ταῖς ἐπιπλήξεσιν
ἐν αἰσχύνῃ ποιεῖσθαι, καὶ πάλιν ἀνακαλεῖσθαι τοῖς ἐπαίνοις καὶ
μιμεῖσθαι τὰς τίτθας, αἵτινες ἐπειδὰν τὰ παιδία κλαυθμυρίσωσιν, εἰς
παρηγορίαν πάλιν 2 τὸν μαστὸν ὑπέχουσι. δεῖ δ᾽ αὐτοὺς μηδὲ τοῖς ἐγκωμίοις
ἐπαίρειν καὶ φυσᾶν: χαυνοῦνται γὰρ ταῖς
ὑπερβολαῖς τῶν ἐπαίνων καὶ θρύπτονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.