Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μὲν εὐκόλως φέρειν τὰς ἁμαρτίας, εἰ δὲ μή
γε, πρὸς καιρὸν ὀργισθέντας ταχέως ἀποφλεγμῆναι. μᾶλλον γὰρ ὀξύθυμον εἶναι δεῖ τὸν πατέρα ἢ βαρύθυμον,
ὡς τό γε δυσμενὲς καὶ δυσκατάλλακτον μισοτεκνίας οὐ μικρὸν τεκμήριόν ἐστι.
καλὸν δὲ καὶ ἔνια τῶν ἁμαρτημάτων μηδ᾽ εἰδέναι δοκεῖν, ἀλλὰ τὸ τοῦ
γήρως ἀμβλυῶττον καὶ δύσκωφον ἐπὶ τὰ
γιγνόμενα μεταφέρειν, ὡς ἔνια τῶν πραττομένων ὁρῶντας μὴ ὁρᾶν καὶ μὴ
ἀκούειν ἀκούοντας. φίλων ἁμαρτήματα φέρομεν: τί θαυμαστὸν εἰ τέκνων;
δούλων πολλάκις κραιπαλώντων μέθην οὐκ ἐξηλέγξαμεν. 1 [p. 31]
ἐφείσω ποτέ, ἀλλὰ καὶ χορήγησον ἠγανάκτησάς ποτε , ἀλλὰ καὶ σύγγνωθι.
ἐβουκόλησέ ποτε δι᾽
1 post ἐξηλέγξαμεν lacunam significavit H
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.