Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φάλαγγας διωθεῖ. τί οὖν
ἄν τις εἴποι; σὺ δὲ δὴ περὶ τῆς ἐλευθέρων ἀγωγῆς ὑποσχόμενος
παραγγέλματα δώσειν ἔπειτα φαίνῃ τῆς μὲν τῶν πενήτων καὶ δημοτικῶν
παραμελῶν 1 ἀγωγῆς, μόνοις δὲ τοῖς πλουσίοις ὁμονοεῖς 2 τὰς ὑποθήκας
διδόναι. πρὸς οὓς οὐ χαλεπὸν ἀπαντῆσαι.
ἐγὼ γὰρ μάλιστ᾽ ἂν βουλοίμην πᾶσι κοινῇ χρήσιμον εἶναι τὴν ἀγωγήν:
εἰ δέ τινες [p. 19] ἐνδεῶς τοῖς ἰδίοις πράττοντες ἀδυνατήσουσι
τοῖς ἐμοῖς χρῆσθαι παραγγέλμασι , τὴν τύχην αἰτιάσθωσαν, οὐ τὸν ταῦτα
συμβουλεύοντα. πειρατέον μὲν οὖν εἰς δύναμιν τὴν κρατίστην ἀγωγὴν
ποιεῖσθαι τῶν παίδων καὶ τοῖς πένησιν: εἰ δὲ
μὴ , τῇ γε δυνατῇ
1 παραμελεῖν W
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.