Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[99]
οὐ τοίνυν οὐδὲ
τοῦτο ἔστιν εἰπεῖν ὡς οὐκ ἂν καὶ πρὸς ἔχθραν ὑπ᾽ ἐνίων τοῦτο
γένοιτο, ἐὰν ἄρα τύχῃ τις τῶν στρατηγούντων μισῶν τινα τῶν πρὸ
αὐτοῦ. τὸ γοῦν τοῦ Θεαγένους ἀκηκόατε ὡς συνέβη διὰ τὸν φθόνον
καὶ τὴν ζηλοτυπίαν τὴν ἐκ τῆς πολιτείας. καὶ γὰρ εὶ νῦν ἐπὶ μόνοις
τοῖς παλαιοῖς αὐτό φασι ποιεῖν, χρόνου γε προϊόντος, ὥσπερ
ἐπὶ πάντων ἀεὶ συμβαίνει τῶν φαύλων ἐθῶν, ἀνάγκη καὶ τοῦτ᾽
ἐπὶ πλέον προελθεῖν. οὐδὲ γὰρ οὐδ᾽ αἰτιάσασθαι οἷόν τε, ἐπ̓αὐτῷ γε ὅλου τοῦ πράγματος ὄντος. νὴ Δί᾽ , ἀλλὰ κωλύσουσιν οἱ
προσήκοντες. ἐὰν οὖν ἀπόντες ἢ ἀγνοήσαντες τύχωσιν, ὅταν γνῶσι,
τί ποιήσομεν; ἆρά γε δεήσει τοῦτον ἐκχαράττειν πάλιν, ὃν ἂν φθάνῃ τις ἐπιγράψας;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

