Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
ὃ τοίνυν ἀρχόμενος εἶπον, οὐδ᾽ ἂν νῦν ὀκνήσαιμι εἰπεῖν, ὅτι
πανταχοῦ μὲν οἰκεῖόν ἐστι φαίνεσθαι τοὺς ἀγαθοὺς ἄνδρας ὑγιεῖς
καὶ μηδὲν παλίμβολον ἔχοντας μηδὲ δυσχερές, ἀλλὰ πλεῖστον ἀπάτης
καὶ πονηρίας ἀπηλλαγμένους: λέγω δὲ τοὺς ὑμῖν ὁμοίους:
μάλιστα δὲ οἶμαι περὶ τὸ τιμᾶν καὶ τὰς δωρεάς. τὸ γὰρ αἰσχύνην
τινὰ προσάπτειν τοῖς καλοῖς καὶ τὸ ἀδίκως ποιεῖν τὸ πάντων
δικαιότατον οὐδ᾽ αἰσθανομένων ἐστὶν ἀνθρώπων τῆς ἑκάστου φύσεως.
ὥσπερ οὖν οἱ παρανομοῦντες εἰς τὰ ἱερὰ τῶν εἰς ἄλλ᾽
ὁτιοῦν ἁμαρτανόντων χείρους εἰσίν, οὕτως οἱ περὶ ταῦτα ἄδικοι
καὶ πονηροὶ φαινόμενοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

