Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
ὅπως γέγονεν. οὕτως γὰρ καὶ ἐν Ὀδυσσείᾳ τὰ μὲν περὶ τὴν Ἰθάκην
καὶ τὸν θάνατον τῶν μνηστήρων αὐτὸς λέγει, τὰ δὲ μέγιστα τῶν
ψευσμάτων οὐχ ὑπέμεινεν εἰπεῖν, τὰ περὶ τὴν Σκύλλαν καὶ τὸν
Κύκλωπα καὶ τὰ φάρμακα τῆς Κίρκης, ἔτι δὲ τὴν εἰς ᾄδου κατάβασιν
τοῦ Ὀδυσσέως, ἀλλὰ τὸν Ὀδυσσέα ἐποίησε διηγούμενον τοῖσπερὶ τὸν Ἀλκίνοον: ἐκεῖ δὲ καὶ τὰ περὶ τὸν ἵππον καὶ τὴν ἅλωσιν
τῆς Τροίας διεξιόντα τὸν Δημόδοκον ἐν ᾠδῇ δι᾽ ὀλίγων ἐπῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

