Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[49]
ὅλως
δὲ οὐκ εἰ μὴ τοῦτον τὸν τρόπον ἕκαστος τὴν εἰκόνα ἔχει τῶν τιμηθέντων,
καθάπερ ἂν ἄλλο τι κτησάμενος, διὰ τοῦτο ἂν ἔλαττον
αὐτῷ προσήκειν λέγοιτο ἢ μηδὲν ἀδικεῖσθαι διδόντων ὑμῶν ἑτέρῳ
τὴν ἐκείνου. μυρίους γὰρ εὑρήσετε τρόπους, καθ᾽ οὓς ἑκάστου τί
φαμεν εἶναι, καὶ πλεῖστον διαφέροντας, οἷον ἱερωσύνην, ἀρχήν,
γάμον, πολιτείαν: ὧν οὔτε ἀποδόσθαι τι ἔξεστι τοῖς ἔχουσιν οὔτε
ὅπως ἄν τις ἐθέλῃ χρῆσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

