Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
προλέγω δὲ ὑμῖν ὅτι τοὺς λόγους τούτους ἀνάγκη καὶ
[p. 117]
παρ᾽ ἑτέροις ῥηθῆναι καὶ πολλοὺς πυθέσθαι: τούτων δὲ οἱ μέν
τινες οὐ συνήσουσιν, οἱ δὲ προσποιήσονται καταφρονεῖν, οὐ καταφρονοῦντες
αὐτῶν, οἱ δέ τινες ἐπιχειρήσουσιν ἐξελέγχειν, μάλιστα
δὲ οἶμαι τοὺς κακοδαίμονας σοφιστάς. ἐγὼ δὲ ἐπίσταμαι σαφῶς
ὅτι οὐδὲ ὑμῖν πρὸς ἡδονὴν ἔσονται. οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων
οὕτως ἄγαν εἰσὶν ὑπὸ δόξης διεφθαρμένοι τὰς ψυχὰς ὥστε
μᾶλλον ἐπιθυμοῦσι περιβόητοι εἶναι ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασιν
ἢ μηδὲν κακὸν ἔχοντες ἀγνοεῖσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

