Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
οἷον ὁ Ζεὺς τεθυμωμένος τῇ Ἥρᾳ διὰ τὴν
ἀπάτην καὶ τὴν ἧτταν τῶν Τρώων, καὶ πρότερον Ἥρα πρὸς τὴν
Ἀφροδίτην, παρακαλοῦσα φαρμάξαι τὸν πατέρα καὶ δοῦναι τὸ
φίλτρον αἰτῇ, τὸν κεστὸν ἱμάντα, ὡς εἰκός, ἐν ἀπορρήτῳ τοῦτο
[p. 120]
ἀξιοῦσα. οὐδὲ γὰρ τῶν ἀνθρώπων εἰκὸς ἄλλον τινὰ εἰδέναι τὰ
τοιαῦτα, ἀνδρὸς καὶ γυναικὸς διαφερομένων καὶ λοιδορούντων ἐνίοτε
ἀλλήλους. καὶ τὸν Ὀδυσσέα πεποίηκεν ἐπανορθούμενον τὸ τοιοῦτο,
μὴ δόξῃ ἀλαζὼν διηγούμενος τοὺς παρὰ τοῖς θεοῖς γενομένους
ὑπὲρ αὑτοῦ λόγους. ἔφη γὰρ ἀκοῦσαι τῆς Καλυψοῦς, ἐκείνην δὲπαρά του πυθέσθαι: περὶ αὑτοῦ δὲ οὐδὲν τοιοῦτον εἴρηκεν ὅτι πύθοιτο
παρὰ θεοῦ τινος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

