anonymi epigrammatici
τί πρῶτον, τί δ᾽ ἔπειτα φρεσίν, τί δὲ λοίσθιον ὄσσοις
θαυμάσομαι τέχνης ἀνέρος ἠδ᾽ ἐλάφου;
ὧν ὁ μὲν ἰξύι θηρὸς ἐπεμβεβαὼς γόνυ βρίθει,
εὐπτόρθων παλάμαις δραξάμενος κεράων: [p. 212]
ἡ δ᾽ ὑπὸ χάσματι πολλὰ καὶ ἄσθματι φυσιόωσα
γλώσσῃ σημαίνει θλιβομένην κραδίην.
Ἥρακλες, γήθησον, ὅλη κεμὰς ἄρτι τέθηλεν
οὐ κέρασιν μούνοις, ἀλλὰ τέχνῃ χρυσέη.

