anonymi epigrammatici
1 Χῖος ἔφυς; 2 οὔ φημι. 3 τί δαί, Σμυρναῖος; 4 ἀπαυδῶ.
5 Κύμη δ᾽ ἢ Κολοφὼν πατρίς, Ὅμηρε, σέθεν;
6 Οὑδετέρη. 7 Σαλαμὶς δὲ τεὴ πόλις; 8 †2οὐδ᾽ ἀπὸ ταύτης
ἐξέφυν. 9 ἀλλ᾽ αὐτὸς λέξον ὅπῃ γέγονας.
10 οὐκ ἐρέω. 11 τίνος ἦρα; 12 Πέπεισμ᾽ ὅτι τἀτρεκὲς εἰπὼν
ἕξω τὰς ἄλλας ἄμμιν ἀπεχθομένας.

