anonymi epigrammatici
τίπτε με τῶν καρύων ἕνεκεν πληγῇσι πιέζεις,
ὦ μῆτερ; τάδε πάντα καλαὶ διεμοιρήσαντο
παρθένοι. ἦ γὰρ ἐμεῖο Μελίσσιον ἕβδομα δοιά,
ἡ δὲ δυωδέκατον Τιτάνη λάβεν: ἕκτον ἔχουσιν
καὶ τρίτον Ἀστυόχη φιλοπαίγμονες ἠδὲ Φίλιννα:
εἴκοσι δ᾽ ἁρπάξασα Θέτις λάβε, δώδεκα Θίσβη:
ἡ δ᾽, ὅρα, ἡδὺ γελᾷ Γλαύκη παλάμῃσιν ἔχουσα
ἕνδεκα: τοῦτο δέ μοι κάρυον περιλείπεται οἶον.

