anonymi epigrammatici
εἰς ἀνδριάντα Θησέως καὶ τὸν Μαραθωνίου ταύρουθαῦμα τέχνης ταύρου τε καὶ ἀνέρος, ὧν ὁ μὲν ἀλκᾷ
θῆρα βίῃ βρίθει, γυῖα τιταινόμενος
ἶνας δ᾽ αὐχενίους γνάμπτων, παλάμῃσιν ἔμαρψεν,
λαιῇ μυκτῆρας, δεξιτερῇ δὲ κέρας,
ἀστραγάλους δ᾽ ἐλέλιξε: καὶ αὐχένα θήρ ὑπὸ χερσὶν
δαμνάμενος κρατεραῖς ὤκλασεν εἰς ὀπίσω.
ἔστι δ᾽ ὀΐσσασθαι τέχνης ὕπο τῷδ᾽ ἐνὶ χαλκῷ
θῆρα μὲν ἐμπνείειν, ἄνδρα δ᾽ ἱδρῶτι ῥέειν.

