arethas
γεγονότος δὲ καί ῾ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ἐπὶ τῇ ἰδίᾳ, ἀδελφῇεἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος,
λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος,
ἀλλὰ γ᾽ ἄρ᾽ ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμων
πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτὴν
θῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ,
οὐδ᾽ ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον,
ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς: τῷ γέ με πένθος
ἄτλητον μαλερῷ τηκεδόνος δάμασε
πυρσῷ. τρεῖς πρὸς ἐείκος1᾽ ἐποιχομένην ἐνιαυτοὺς
ἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης
ἡμετέρης: ἔνθ᾽ ὕφηνον γενετῆρες ἅπασι
γηραλέοι θρῆνον τιλλόμενοι πολιήν,
καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης
μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης. [p. 140]

