antistius
Ἀγροφύλαξ ἕστηκα πολυκτεάνοις ἐν ἀρούραις,
Φρίκωνος καλύβην καὶ φυτὰ ῥυόμενος,
τοῦτο λέγων πρὸς ἕκαστον: ἐπὴν γελάσῃς ἐσιδών με
τοῦ σκεύους, χώρει τὴν κατὰ σαυτὸν ὁδόν.
ἢν δὲ παρεκβήῃς ἐς ἃ μὴ θέμις, οὔτι ς1᾽ ὀνήσει
ἡ λάχνη: τρυπᾷν πάντας ἐπιστάμεθα.

