straton
αἰαῖ μοι: τί πάλιν δεδακρυμένον, ἢ τί κατηφές,
παιδίον; εἶπον ἁπλῶς: μηδ᾽ ὀδύνα: τί θέλεις;
τὴν χέρα μοι κοίλην προσενήνοχας: ὡς ἀπόλωλα:
μισθὸν ἴσως αἰτεῖς: τοῦτ᾽ ἔμαθες δὲ πόθεν;
οὐκέτι σοι κοπτῆς φίλιαι πλάκες οὐδὲ μελιχρὰ
σήσαμα, καὶ καρύων παίγνιος εὐστοχίη:
ἀλλ᾽ ἤδη πρὸς κέρδος ἔχεις φρένας. ὡς ὁ διδάξας
τεθνάτω οἷόν μου παιδίον ἠφάνικεν.

