ammianus
ὡς κῆπον τεθυκὼς, δεῖπνον παρέθηκεν Ἀπελλῆς,
οἰόμενος βόσκειν ἀντὶ φίλων πρόβατα.
ἦν ῥαφανίς, σέρις ἦν, τῆλις, θρίδακες, πράσα, βολβοί,
ὤκιμον, ἡδύοσμον, πήγανον, ἀσπάραγος:
δείσας δ᾽ ἐκ τούτων μὴ καὶ χόρτον παραθῇ μοι,
δειπνήσας θέρμους ἡμιβρεχεῖς, ἔφυγον.

