lucillius
Ὠμοβοείου μοι παραθεὶς τόμον, Ἡλιόδωρε,
καὶ τρία μοι κεράσας ὠμοβοειότερα,
εὐθὺ κατακλύζεις ἐπιγράμμασιν. εἰ δ᾽ ἀσεβήσας
βεβρώκειν τινὰ βοῦν τῶν ἀπὸ Τρινακρίας,
βούλομ᾽ ἅπαξ πρὸς κῦμα χανεῖν ... εἰ δ᾽ ἐστὶ τὸ κῦμα
ἔνθε μακράν, ἄρας εἰς τὸ φρέαρ με βάλε. [p. 138]

