anonymi epigrammatici
εἰς ἱερὸν ποτ᾽ ἀγῶνα Μίλων μόνος ἦλθ᾽ ὁ παλαιστής:
τὸν δ᾽ εὐθὺς στεφανοῦν ἀθλοθέτης ἐκάλει.
προσβαίνων δ᾽ ὤλισθεν ἐπ᾽ ἰσχίον οἱ δ᾽ ἐβόησαν
τοῦτον μὴ στεφανοῦν, εἰ μόνος ὢν ἔπεσεν. .
ἀνστὰς δ᾽ ἐν μέσσοις ἀντέκραγεν
οὐχὶ τρί᾽ ἐστὶν
ἓν κεῖμαι: λοιπὸν τἆλλα μέ τις βαλέτω.

