anonymi epigrammatici
εἰς βαλανεῖον ἐκπύρωτοντοῦτο πυρὰν μᾶλλον κλῄζειν δεῖ, κοὐ βαλανεῖον,
ἥν ποθ᾽ ὁ Πηλείδης ἧψε Μενοιτιάδῃ,
ἢ τὸν Μηδείης στέφανον, τὸν % γείτονα Ἐρινὺς
ἐν θαλάμοις Γλαύκης εἵνεκεν Αἰσονίδου.
φεῖσαί μου, βαλανεῦ, πρὸς τοῦ Διός: εἰμὶ γὰρ ἀνὴρ
πάντα γράφων τὰ βροτῶν ἔργα καὶ ἀθανάτων,
εἰ δὲ πρόκειταί σοι πολλοὺς ζῶντας κατακαίειν.
ἅπτε πυρὰν ξυλίνην, δήμιε, μὴ λιθίνην [p. 270]

