Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν ὁ Εὐδαμίδας: ὡς δ᾽ εἶπέ τις τῶν μετ᾽ αὐτοῦ ‘ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται:’ ‘καλῶς γε,1’ ἔφη, ‘εἴπερ ἤδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε:’ τοῦ δ᾽ εἰπόντος ‘καλὸν ἦν ἀκοῦσαι ἦ’ ‘καὶ πρὸς δεδειπνηκότα μολόντες,’ εἶπεν, ‘ἠξιοῦμεν ἂν2 πάλιν αὐτὸν δειπνεῖν;’

