Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον ὁ δὲ ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν ‘εὖγε: δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλ᾽ οἱ ἄνδρες τοὺς τόπους ἐπιδεικνύουσιν.’1
1 ἐπιδεικνύουσιν] ἀποδεικνύουσι Hartman.

