Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ἀντέγραψε τοῖς ἐφόροις ἐπιστολὴν τήνδε, “ Ἀγησίλαος τοῖς ἐφόροις χαίρειν τὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα, καὶ τὼς βαρβάρως ἐλάσαμες, καὶ ἐν τᾷ Ἰωνίᾳ ὅπλα ἐποιήσαμες πολλά: ἐπεὶ δὲ κέλεσθέ με κατὰ τὰν προθεσμίαν παραγίνεσθαι, ἕπομαι τᾷ ἐπιστολᾷ, σχεδὸν δ᾽ αὐτὰν καὶ φθάσω: ἄρχω γὰρ οὐκ ἐμαυτῷ ἀρχάν, ἀλλὰ τᾷ πόλει καὶ τοῖς συμμάχοις: καὶ τότε [p. 262] ἄρχων ἄρχει ἀλαθέως κατὰ δίκαν, ὅταν καὶ ἄρχηται ὑπό τε νόμων καὶ ἐφόρων ἢ οἷοι ἂν ἄλλοι ἐν πόλει ἄρχοντες ὦσιν.”

