Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μεγαβάτου δὲ τοῦ Σπιθριδάτου παιδός, ὃς ἦν κάλλιστος τὴν μορφήν, προσελθόντος αὐτῷ ὡς ἀσπασομένου καὶ φιλήσοντος διὰ τὸ σφόδρα δοκεῖν ἀγαπᾶσθαι, ἐξέκλινεν ὡς δ᾽ ἐπαύσατο ἐκεῖνος προσιών, ἐπεζήτησεν αὐτὸν ὁ Ἀγησίλαος: τῶν δὲ φίλων φαμένων ὡς αὐτὸς εἴη αἴτιος τρέσας τὸ τοῦ καλοῦ ἐντὸς1 φιλήματος ἐλθεῖν, κἂν2 μὴ ἀποδειλιᾷ,3 ἥξειν ἐκεῖνον, χρόνον οὐκ ὀλίγον πρὸς αὑτῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας ‘οὐδέν,’ ἔφη, ‘δεῖ4 πείθειν ἐκεῖνον ἡμᾶς5: ἐγὼ γάρ μοι δοκῶ τῶν τοιούτων βούλεσθαι ἐπάνω εἶναι, ἢ τὴν εὐανδροτάτην τῶν ἀντιτεταγμένων πόλιν κατὰ κράτος ἑλεῖν ἄμεινον γὰρ ἑαυτῷ φυλάττειν τὴν ἐλευθερίαν τοῦ ἑτέρων ἀφαιρεῖσθαι.’
3 ἀποδειλιᾷ F.C.B.: ἀπὸ δειλίας (φίλημα, εἰ ἐθέλει καὶ μὴ ἀποδειλιάσει Kronenberg).
4 δεῖ Wyttenbach (δεινὸν Kronenberg): δεῖν.
5 ἡμᾶς] ὑμᾶς Kronenberg from the Life of Agesilaus, chap. xi. There are more elaborate attempts to improve the passage (dependent mostly on the Life of Agesilaus, ibid.); cf. the editions of Wyttenbach and Bernardakis.

