Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους γυμνοὺς πωλεῖν ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγησίλαος, ‘ταῦτα μέν,’ εἶπεν, ‘ὑπὲρ ὧν μάχεσθε, οὗτοι δὲ οἷς μάχεσθε.1’ [p. 250]

