Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματά τε καὶ πώματα1 πολυτελῆ ἔπεμψαν: μόνα δὲ τὰ ἄλφιτα δεξάμενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κεκομικότας,2 ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. λιπαρούντων δὲ καὶ δεομένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι διαδοῦναι.3 πυθομένων δὲ τὴν αἰτίαν, ἔφη, ‘τοὺς ἀνδραγαθίαν ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι: τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων ἀλλότρια.’ [p. 256]
1 πώματα the preferred form: πόματα.
2 κεκομικότας] κομίζοντας some mss.
3 διαδοῦναι] διαδιδοῦσθαι some mss.

