previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔθνεα δὲ Ἰνδικὰ εἴκοσι καὶ ἑκατὸν τὰ πάντα λέγει [25] Μεγασθένης, δυοῖν δέοντα. καὶ πολλὰ μὲν εἶναι ἔθνεα Ἰνδικὰ καὶ αὐτὸς συμφέρομαι Μεγασθένεϊ, τὸ δὲ ἀτρεκὲς. οὐκ ἔχω εἰκάσαι ὅκως ἐκμαθὼν ἀνέγραψεν, οὔτε πολλοστὸν μέρος τῆς Ἰνδῶν γῆς ἐπελθών, οὔτε ἐπιμιξίης πᾶσι τοῖσι γένεσιν ἐούσης ἐς ἄλληλα. [2] πάλαι μὲν δὴ νομάδας εἶναι Ἰνδούς, κατάπερ Σκυθέων τοὺς οὐκ [p. 9] ἀροτῆρας, οἳ ἐν τῇσιν ἁμάξῃσι πλανεύμενοι ἄλλοτε ἄλλην τῆς Σκυθίης ἀμείβουσιν, οὔτε πόλιας οἰκέοντες οὔτε ἱρὰ θεῶν σέβοντες. [3] οὕτω μηδὲ Ἰνδοῖσι πόλιας εἶναι μηδὲ ἱρὰ θεῶν δεδομημένα, ἀλλὰ ἀμπίσχεσθαι μὲν δορὰς θηρίων ὅσων κατακάνοιεν, σιτέεσθαι δὲ τῶν δενδρέων τὸν φλοιόν. καλέεσθαι δὲ τὰ δένδρεα ταῦτα τῇ Ἰνδῶν φωνῇ τάλα, καὶ φύεσθαι ἐπ᾽ αὐτῶν, κατάπερ τῶν φοινίκων ἐπὶ τῇσι κορυφῇσιν, οἷά περ τολύπας. [4] σιτέεσθαι δὲ καὶ τῶν θηρίων ὅσα ἕλοιεν ὠμοφαγέοντας, πρίν γε δὴ Διόνυσον ἐλθεῖν ἐς τὴν χώρην τὴν Ἰνδῶν. [5] Διόνυσον δὲ ἐλθόντα, ὡς καρτερὸς ἐγένετο Ἰνδῶν, πόλιάς τε οἰκίσαι καὶ νόμους θέσθαι τῇσι πόλισιν, οἴνου τε δοτῆρα Ἰνδοῖσι γενέσθαι κατάπερ Ἕλλησι, καὶ σπείρειν διδάξαι τὴν γῆν διδόντα αὐτὸν σπέρματα, [6] οὐκ ἐλάσαντος ταύτῃ Τριπτολέμου, ὅτε περ ἐκ Δήμητρος ἐστάλη σπείρειν γῆν πᾶσαν, πρὸ Τριπτολέμου τις οὗτος Διόνυσος ἐπελθὼν τὴν Ἰνδῶν γῆν σπέρματά σφισιν ἔδωκε καρποῦ τοῦ ἡμέρου. [7] βόας τε ὑπ᾽ ἄροτρον ζεῦξαι Διόνυσον πρῶτον, καὶ ἀροτῆρας ἀντὶ νομάδων ποιῆσαι Ἰνδῶν τοὺς πολλούς, καὶ ὁπλίσαι ὅπλοισι τοῖσιν ἀρηίοισι. [8] καὶ θεοὺς σέβειν ὅτι ἐδίδαξε Διόνυσος ἄλλους τε καὶ μάλιστα δὴ ἑωυτὸν κυμβαλίζοντας καὶ τυμπανίζοντας: καὶ ὄρχησιν δὲ διδάξαι τὴν σατυρικήν, [9] τὸν κόρδακα παρ᾽ Ἕλλησι καλεόμενον, καὶ κομᾶν Ἰνδοὺς τῷ θεῷ. μιτρηφορέειν τε ἀναδεῖξαι, καὶ μύρων ἀλοιφὰς ἐκδιδάξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (2):
    • A Dictionary of Greek and Roman Antiquities (1890), ARA´TRUM
    • Dictionary of Greek and Roman Geography (1854), I´NDIA
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: