Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ἐνθαῦτα πλοίοισιν ἐπιτυγχάνουσι
σμικροῖσιν, οἷα ἁλιέων πλοῖα οὐκ εὐδαιμόνων:
αὐτοὺς δὲ οὐ καταλαμβάνουσιν, ἀλλ᾽ ἔφυγον
γὰρ κατορμιζομένας κατιδόντες τὰς νέας. σῖτός τε αὐτόθι
οὐκ ἐνῆν, καἰ ἐπελελοίπει τὴν στρατιὴν ὁ πολλός:
ἀλλὰ αἶγας ἐμβαλόμενοι ἐς τὰς νέας, οὕτω δὴ ἀπέπλωον.
καὶ περιπλώσαντες ἄκρην ὑψηλὴν ὅσον πεντήκοντα
καὶ ἑκατὸν σταδίους ἀνέχουσαν ἐς τὸν πόντον, κατάγονται
ἐν λιμένι ἀκλύστῳ. καὶ ὕδωρ αὐτόθι ἦν, καὶ ἁλιέες
ᾤκεον: Μοσαρνὰ οὔνομα ἦν τῷ λιμένι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

