previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

σταδίους δὲ πεντακοσίους κομισθέντες ὁρμίζονται ἐπὶ στόματι λίμνης ἰχθυώδεος, οὔνομα Κατάδερβις: καὶ νησὶς ἐπῆν τῷ στόματι: Μαργάστανα τῇ νησῖδι οὔνομα. [2] ἐνθένδε δὲ ὑπὸ τὴν ἕω ἐκπλώσαντες κατὰ βραχέα [p. 52] ἐκομίζοντο ἐπὶ μιῆς νεός: πασσάλοισι δὲ ἔνθεν καὶ ἔνθεν πεπηγόσιν ἀπεδηλοῦτο τὰ βραχέα, κατάπερ ἐν τῷ μεσσηγὺς Λευκάδος τε νήσου ἰσθμῷ καὶ Ἀκαρνανίης ἀποδέδεικται σημήια τοῖσι ναυτιλλομένοισι τοῦ μὴ ἐποκέλλειν ἐν τοῖσι βραχέσι τὰς νέας. [3] ἀλλὰ τὰ μὲν κατὰ Λευκάδα ψαμμώδεα ἐόντα τοῖσιν ἐποκείλασι ταχέαν τὴν ὑπονόστησιν ἐνδιδοῖ: κεῖθι δὲ πηλός ἐστιν ἐπ᾽ ἑκάτερα τοῦ πλεομένου βαθὺς καὶ ἰλυώδης, ὥστε οὐδεμιῇ μηχανῇ ἐποκείλασιν ἦν ἀποσωθῆναι. [4] οὔτε γὰρ κοντοὶ κατὰ τοῦ πηλοῦ δύνοντες αὐτοῖς οὐδέν τι ἐπωφέλεον, ἀνθρώποις τε ἐκβῆναι τοῦ ἀπῶσαι τὰς νέας ἐς τὰ πλεόμενα ἄπορον ἐγίνετο: ἔδυνον γὰρ κατὰ τοῦ πηλοῦ ἔστε ἐπὶ τὰ στήθεα. [5] οὕτω δὴ χαλεπῶς διεκπλώσαντες ἐς σταδίους ἑξακοσίους κατὰ νέα ἕκαστοι ὁρμισθέντες, ἐνθαῦτα δείπνου ἐμνήσθησαν. [6] τὴν νύκτα δὲ ἤδη κατὰ βάθεα ἔπλωον καὶ τὴν ἐπεξῆς ἡμέρην ἔστε ἐπὶ βουλυτόν: καὶ ἦλθον σταδίους ἐνακοσίους, καὶ κατωρμίσθησαν ἐπὶ τῷ στόματι τοῦ Εὐφράτεω πρὸς κώμῃ τινὶ τῆς Βαβυλωνίης χώρηςοὔνομα δὲ αὐτῇ Διρίδωτις —, [7] ἵνα λιβανωτόν τε ἀπὸ τῆς πέριξ γῆς οἱ ἔμποροι ἀγινέουσι καὶ τὰ ἄλλα ὅσα θυμιήματα Ἀράβων γῆ φέρει. [8] ἀπὸ δὲ τοῦ στόματος τοῦ Εὐφράτεω ἔστε ἐπὶ Βαβυλῶνα λέγει Νέαρχος σταδίους εἶναι ἐς τρισχιλίους καὶ τριηκοσίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: