previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ δὲ σώματα ἰσχνοί τέ εἰσιν Ἰνδοὶ καὶ εὐμήκεες, καὶ κοῦφοι πολλόν τι ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους. ὀχήματα δὲ τοῖσι μὲν πολλοῖσιν Ἰνδῶν κάμηλοί εἰσι καὶ ἵπποι καὶ ὄνοι, τοῖσι δὲ εὐδαίμοσιν ἐλέφαντες. [2] βασιλικὸν γὰρ ὄχημα ἐλέφας παρ᾽ Ἰνδοῖσίν ἐστι, δεύτερον δὲ τιμῇ τὰ τέθριππα, τρίτον δὲ αἱ κάμηλοι. τὸ δὲ ἐπ᾽ ἑνὸς ἵππου ὀχέεσθαι ἄτιμον. [3] αἱ γυναῖκες δὲ αὐτοῖσιν, ὅσαι κάρτα σώφρονες, ἐπὶ μὲν ἄλλῳ μισθῷ οὐκ ἄν τι διαμάρτοιεν, ἐλέφαντα δὲ λαβοῦσα γυνὴ μίσγεται τῷ δόντι: οὐδὲ αἰσχρὸν Ἰνδοὶ ἄγουσι τὸ ἐπὶ ἐλέφαντι μιγῆναι, ἀλλὰ καὶ σεμνὸν δοκέει τῇσι γυναιξὶν ἀξίην τὸ κάλλος φανῆναι ἐλέφαντος. [4] γαμέουσι δὲ οὔτε τι διδόντες οὔτε τι λαμβάνοντες, ἀλλὰ ὅσαι ἤδη ὡραῖαι γάμου, ταύτας δὲ οἱ πατέρες προάγοντες ἐς τὸ ἐμφανὲς κατιστᾶσιν ἐκλέξασθαι τῷ νικήσαντι πάλην πὺξ δρόμον κατ᾽ ἄλλην τινὰ ἀνδρηίην προκριθέντι. [5] σιτοφάγοι δὲ καὶ ἀροτῆρες Ἰνδοί εἰσιν, ὅσοι γε μὴ ὄρειοι αὐτῶν: οὗτοι δὲ θηρήια κρέα σιτέονται. [p. 23] [6] ταῦτά μοι ἀπόχρη δεδηλῶσθαι ὑπὲρ Ἰνδῶν, ὅσα γνωριμώτατα Νέαρχός τε καὶ Μεγασθένης, δοκίμω ἄνδρε, ἀνεγραψάτην: [7] ἐπεὶ δὲ οὐδὲ ὑπόθεσίς μοι τῆσδε τῆς συγγραφῆς τὰ Ἰνδῶν νόμιμα ἀναγράψαι ἦν, ἀλλὰ ὅκως γὰρ περιεκομίσθη Ἀλεξάνδρῳ ἐς Πέρσας ἐξ Ἰνδῶν στόλος, ταῦτα δέ μοι ἐκβολὴ ἔστω τοῦ λόγου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), I´NDIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: