Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ποταμοὶ δὲ τοσοίδε εἰσὶν ἐν τῇ Ἰνδῶν γῇ, ὅσοι οὐδὲ
ἐν τῇ πάσῃ Ἀσίῃ. μέγιστοι μὲν ὁ Γάγγης τε καὶ ὁ Ἰνδός,
ὅτου καὶ ἡ γῆ ἐπώνυμος, ἄμφω τοῦ τε Νείλου τοῦ Αἰγυπτίου
[p. 4]
καὶ τοῦ Ἴστρου τοῦ Σκυθικοῦ, καὶ εἰ ἐς τωὐτὸ
συνέλθοι αὐτοῖσι τὸ ὕδωρ, μέζονες. δοκέειν δὲ ἔμοιγε,
καὶ ὁ Ἀκεσίνης μέζων ἐστὶ τοῦ τε Ἴστρου καὶ τοῦ Νείλου,
ἵναπερ παραλαβὼν ἅμα τόν τε Ὑδάσπεα καὶ τὸν
Ὑδραώτεα καὶ τὸν Ὕφασιν ἐμβάλλει ἐς τὸν Ἰνδόν, ὡς
καὶ τριήκοντα αὐτῷ σταδίους τὸ πλάτος ταύτῃ εἶναι: καὶ
τυχὸν καὶ ἄλλοι πολλοὶ μέζονες ποταμοὶ ἐν τῇ Ἰνδῶν γῇ ῥέουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

