previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Παιανῶν


σὺ μὲν γὰρ δὴ καὶ τὸν θεόν, ὡς ἤγγειλαν οἱ τότε θεωροῦντες, προσεῖπες ἐν Δελφοῖς αὐτῷ τούτῳ θωπεύσας τῷ ῥήματιχαῖρεκαὶ γέγραφας, ὥς φασι:

χαῖρε, καὶ ἡδόμενον βίοτον διάσῳζε τυράννου.

CURFRAG.tlg-0247.2
Plat. Ep. 3, ad Dionysium

π. Δημοκλέους: ... ἔφησεν τὴν διαφορὰν γενέσθαι αὑτῷ πρὸς τοὺς συμπρέσβεις, ὅτι μετὰ τὸ δεῖπνον ἐκεῖνοι μὲν τῶν φρυνίχου καὶ Στησιχόρου, ἔτι δὲ Πινδάρου παιάνων τῶν ναυτῶν τινας ἀνειληφότες ᾖδον, αὐτὸς δὲ μετὰ τῶν βουλομένων τοὺς ὑπὸ τοῦ Διονυσίου πεποιημένους διεπεραίνετο. καὶ τούτου σαφῆ τὸν ἔλεγχον παρέξειν ἐπηγγείλατο: τοὺς μὲν γὰρ αὑτοῦ κατηγόρους οὐδὲ τὸν ἀριθμὸν τῶν ᾀσμάτων κατέχειν, αὐτὸς δ᾽ ἕτοιμος εἶναι πάντας ἐφεξῆς ᾁδειν. λήξαντος δὲ τῆς ὀργῆς τοῦ Διονυσίου πάλιν Δημοκλῆς ἔφη: Χ̔αρίσαιο δ᾽ ἄν μοί τι, Διονύσιε, κελεύσας τινὶ τῶν ἐπισταμένων διδάξαι με τὸν πεποιημένον εἰς τὸν Ἀσκληπιὸν παιᾶνα: ἀκούω γάρ σε πεπραγματεῦσθαι περὶ τοῦτον.᾿Tim. ap. Ath. 6. 250c

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: