Πλάτωνος
“Πλάτων: Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ... τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος ... ἐτέχθη δὲ ἐν Αἰγίνῃ ἐν τῇ πή Ὀλυμπιάδι, μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου. καὶ ἐβίω ἔτη β́ καὶ π́. τελευτᾷ δὲ ἐπὶ τῆς ρή Ὀλυμπιάδος ... καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ: ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ᾽ Ἀρίστωνι τῷ Ἀργείῳ: εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας: ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κ́ ... τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυσίους: καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημείᾳ παιδεύων: καὶ διεδέξαντο τὴν σχολὴν αὐτοῦ καθ᾽ ἕνα οἵδε, Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης ... εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ Διάλογοι πάντες νς´ ... ” Suid.
ἐπιγραμμάτων
“Ἀρίστιππος δ᾽ ἐν τῷ τετάρτῳ Περὶ Παλαιᾶς Τρυφῆς φησιν αὐτὸν Ἀστέρος μειρακίου τινὸς ἀστρολογεῖν συνασκουμένου ἐρασθῆναι, ἀλλὰ καὶ Δίωνος τοῦ προειρημένου: ἔνιοι καὶ φαίδρου φασί: δηλοῦν δὲ τὸν ἔρωτα αὐτοῦ τάδε τὰ ἐπιγράμματα ἃ καὶ πρὸς αὐτοῦ γενέσθαι εἰς αὐτούς:
καὶ ἄλλο:ἀστέρας εἰσαθρεῖς ἀστὴρ ἐμός: εἴθε γενοίμην
οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.
CURFRAG.tlg-0059.1εἰς δὲ τὸν Δίωνα ὧδε:ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζῳοῖσιν Ἑῷος,
νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.
CURFRAG.tlg-0059.2τοῦτο καὶ ἐπιγεγράφθαι φησὶν ἐν Συρακούσαις ἐπὶ τῷ τάφῳ. ἀλλὰ καὶ Ἀλέξιδος, φασίν, ἐρασθεὶς καὶ Φαίδρου ... τοῦτον ἐποίησε τὸν τρόπον:δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ
μοῖραι ἐπέκλωσαν δή ποτε γεινομέναις:
σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων
δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν:
κεῖσαι δ᾽ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,
ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.
CURFRAG.tlg-0059.3ἔχειν τε Ἀρχεάνασσαν, εἰς ἣν καὶ αὐτὴν οὕτω ποιῆσαι:νῦν ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ᾽ ὅτι καλός,
ὦπται καὶ πάντη πᾶς τις ἐπιστρέφεται.
θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτ᾽ ἀνιήσει1
ὕστερον: οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;
CURFRAG.tlg-0059.4ἀλλὰ καὶ εἰς Ἀγάθωνα:Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταῖραν,
ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως:
ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης
πρωτοπλόου, δἰ ὅσης ἤλθετε πυρκαϊῆς.
CURFRAG.tlg-0059.5καὶ ἄλλο:τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν ἔσχον:2
ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.
CURFRAG.tlg-0059.6καὶ ἄλλο:τῷ μήλῳ βάλλω σε: σὺ δ᾽ εἰ μὲν ἑκοῦσα φιλεῖς με,
δεξαμένη τῆς σῆς παρθενίης μετάδος:
εἰ δ᾽ ἄρ᾽ ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτ᾽ αὐτὸ λαβοῦσα
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.
CURFRAG.tlg-0059.7φασὶ δὲ καὶ τὸ εἰς τοὺς Ἐρετριέας τοὺς σαγηνευθέντας αὐτοῦ εἰναι:μῆλον ἐγώ: βάλλει με φιλῶν σέ τις: ἀλλ᾽ ἐπίνευσον,
Ξανθίππη: κἀγὼ καὶ σὺ μαραινόμεθα.
CURFRAG.tlg-0059.8”Εὐβοίης γένος ἐσμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων
κείμεθα, φεῦ γαίης ὅσσον ἀφ᾽ ἡμετέρης.
CURFRAG.tlg-0059.9Diog. L. 3. 29
“καὶ ἄλλο:
” Diog. L. 3. 29χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπεν βρόχον: αὐτὰρ ὁ χρυσὸν
ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν εὗρε βρόχον.
CURFRAG.tlg-0059.10
“ἐπὶ κατόπτρῳ ἀνατεθέντι παρὰ Λαΐδος:
” Anth. Plan. (Pal. 6. 1 Πλάτωνος )ἡ σοβαρὸν γελάσασα καθ᾽ Ἑλλάδος, ἥ ποτ᾽ ἐραστῶν
ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων,
τῇ Παφίῃ τὸ κατόπτρον: ἐπεὶ τοίη μὲν ὁρᾶσθαι
οὐκ ἐθέλω, οἵη δ᾽ ἦν πάρος οὐ δύναμαι.
CURFRAG.tlg-0059.11
“Πλάτωνος:
” Anth. Pal. 7. 35ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς,
Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.
CURFRAG.tlg-0059.12
“Πλάτωνος: εἰς τοὺς Ἐρετριεῖς τοὺς ἐν Ἐκβατάνοις κειμένους:
” Anth. Pal. 7. 256οἵδε ποτ᾽ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες
Ἐκβατάνων πεδίῳ κείμεθ᾽ ἐνὶ μεσάτῳ:
χαῖρε κλυτή ποτε πατρὶς Ἐρέτρια, χαίρετ᾽ Ἀθῆναι
γείτονες Εὐβοίης, χαῖρε θάλασσα φίλη.
CURFRAG.tlg-0059.13
“Πλάτωνος: εἰς ἕτερον ναυηγόν:
” Anth. Pal. 7. 265ναυκλήρου τάφος εἰμί: ὁ δ᾽ ἀντίον ἐστὶ γεωργοῦ:
ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστ᾽ Ἀΐδης.
CURFRAG.tlg-0059.14
“Πλάτωνος: εἰς ἕτερον ναυηγόν:
” Anth. Pal. 7. 269πλωτῆρες σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν:
ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.
CURFRAG.tlg-0059.15
“εἰς Σαπφώ:
” Anth. Plan. (Pal. 9. 506 Πλάτωνος )ἐννέα τὰς Μούσας φασίν τινες: ὡς ὀλιγώρως:
ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν ἡ δεκάτη.
CURFRAG.tlg-0059.16
“
” Anth. Plan. 162ἁ Κύπρις τὰν Κύπριν ἐνὶ Κνίδῳ εἶπεν ἰδοῦσα:
φεῦ φεῦ, ποῦ γυμνὰν εἶδέ με Πραξιτέλης;
CURFRAG.tlg-0059.17
“καὶ ἐπίγραμμα δὲ τοιοῦτον εἰς Ἀριστοφάνους αὐτὸς (ὁ πλάτων) πεποίηκεν:
” Thom. Mag. Vit. Ar. 160 Wαἱ Χάριτες τέμενός τι λαβεῖν ὅπερ οὐχὶ πεσεῖται
διζόμεναι, ψυχὴν εὗρον Ἀριστοφάνους.
CURFRAG.tlg-0059.18

