Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7% of the text is displayed below. If you wish to view the entire text, please click here

Πλάτωνος



Πλάτων: Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ... τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος ... ἐτέχθη δὲ ἐν Αἰγίνῃ ἐν τῇ πή Ὀλυμπιάδι, μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου. καὶ ἐβίω ἔτη β́ καὶ π́. τελευτᾷ δὲ ἐπὶ τῆς ρή Ὀλυμπιάδος ... καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ: ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ᾽ Ἀρίστωνι τῷ Ἀργείῳ: εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας: ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κ́ ... τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυσίους: καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημείᾳ παιδεύων: καὶ διεδέξαντο τὴν σχολὴν αὐτοῦ καθ᾽ ἕνα οἵδε, Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης ... εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ Διάλογοι πάντες νς´ ... ” συιδ.

ἐπιγραμμάτων


Ἀρίστιππος δ᾽ ἐν τῷ τετάρτῳ Περὶ Παλαιᾶς Τρυφῆς φησιν αὐτὸν Ἀστέρος μειρακίου τινὸς ἀστρολογεῖν συνασκουμένου ἐρασθῆναι, ἀλλὰ καὶ Δίωνος τοῦ προειρημένου: ἔνιοι καὶ φαίδρου φασί: δηλοῦν δὲ τὸν ἔρωτα αὐτοῦ τάδε τὰ ἐπιγράμματα καὶ πρὸς αὐτοῦ γενέσθαι εἰς αὐτούς:

ἀστέρας εἰσαθρεῖς ἀστὴρ ἐμός: εἴθε γενοίμην
οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.

καὶ ἄλλο:

ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζῳοῖσιν Ἑῷος,
νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.

εἰς δὲ τὸν Δίωνα ὧδε:

δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ
μοῖραι ἐπέκλωσαν δή ποτε γεινομέναις:
σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων
δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν:
κεῖσαι δ᾽ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,
ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.

τοῦτο καὶ ἐπιγεγράφθαι φησὶν ἐν Συρακούσαις ἐπὶ τῷ τάφῳ. ἀλλὰ καὶ Ἀλέξιδος, φασίν, ἐρασθεὶς καὶ Φαίδρου ... τοῦτον ἐποίησε τὸν τρόπον:

νῦν ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ᾽ ὅτι καλός,
ὦπται καὶ πάντη πᾶς τις ἐπιστρέφεται.
θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτ᾽ ἀνιήσει1
ὕστερον: οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;

ἔχειν τε Ἀρχεάνασσαν, εἰς ἣν καὶ αὐτὴν οὕτω ποιῆσαι:

Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταῖραν,
ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως:
δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης
πρωτοπλόου, δἰ ὅσης ἤλθετε πυρκαϊῆς.

ἀλλὰ καὶ εἰς Ἀγάθωνα:

τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν ἔσχον:2
ἦλθε γὰρ τλήμων ὡς διαβησομένη.

καὶ ἄλλο:

τῷ μήλῳ βάλλω σε: σὺ δ᾽ εἰ μὲν ἑκοῦσα φιλεῖς με,
δεξαμένη τῆς σῆς παρθενίης μετάδος:
εἰ δ᾽ ἄρ᾽ μὴ γίγνοιτο νοεῖς, τοῦτ᾽ αὐτὸ λαβοῦσα
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.

καὶ ἄλλο:

μῆλον ἐγώ: βάλλει με φιλῶν σέ τις: ἀλλ᾽ ἐπίνευσον,
Ξανθίππη: κἀγὼ καὶ σὺ μαραινόμεθα.

φασὶ δὲ καὶ τὸ εἰς τοὺς Ἐρετριέας τοὺς σαγηνευθέντας αὐτοῦ εἰναι:

Εὐβοίης γένος ἐσμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων
κείμεθα, φεῦ γαίης ὅσσον ἀφ᾽ ἡμετέρης.

διογ. λ. 3. 29

καὶ ἄλλο:

χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπεν βρόχον: αὐτὰρ χρυσὸν
ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν εὗρε βρόχον.

διογ. λ. 3. 29
ἐπὶ κατόπτρῳ ἀνατεθέντι παρὰ Λαΐδος:

σοβαρὸν γελάσασα καθ᾽ Ἑλλάδος, ποτ᾽ ἐραστῶν
ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων,
τῇ Παφίῃ τὸ κατόπτρον: ἐπεὶ τοίη μὲν ὁρᾶσθαι
οὐκ ἐθέλω, οἵη δ᾽ ἦν πάρος οὐ δύναμαι.

αντη. πλαν. (παλ. 6. 1 Πλάτωνος
Πλάτωνος:

ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς,
Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.

αντη. παλ. 7. 35
Πλάτωνος: εἰς τοὺς Ἐρετριεῖς τοὺς ἐν Ἐκβατάνοις κειμένους:

οἵδε ποτ᾽ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες
Ἐκβατάνων πεδίῳ κείμεθ᾽ ἐνὶ μεσάτῳ:
χαῖρε κλυτή ποτε πατρὶς Ἐρέτρια, χαίρετ᾽ Ἀθῆναι
γείτονες Εὐβοίης, χαῖρε θάλασσα φίλη.

αντη. παλ. 7. 256
Πλάτωνος: εἰς ἕτερον ναυηγόν:

ναυκλήρου τάφος εἰμί: δ᾽ ἀντίον ἐστὶ γεωργοῦ:
ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστ᾽ Ἀΐδης.

αντη. παλ. 7. 265
Πλάτωνος: εἰς ἕτερον ναυηγόν:

πλωτῆρες σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν:
ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.

αντη. παλ. 7. 269
εἰς Σαπφώ:

ἐννέα τὰς Μούσας φασίν τινες: ὡς ὀλιγώρως:
ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν δεκάτη.

αντη. πλαν. (παλ. 9. 506 Πλάτωνος

Κύπρις τὰν Κύπριν ἐνὶ Κνίδῳ εἶπεν ἰδοῦσα:
φεῦ φεῦ, ποῦ γυμνὰν εἶδέ με Πραξιτέλης;

αντη. πλαν. 162
καὶ ἐπίγραμμα δὲ τοιοῦτον εἰς Ἀριστοφάνους αὐτὸς πλάτωνπεποίηκεν:

αἱ Χάριτες τέμενός τι λαβεῖν ὅπερ οὐχὶ πεσεῖται
διζόμεναι, ψυχὴν εὗρον Ἀριστοφάνους.

τηομ. μαγ. ϝιτ. αρ. 160 ω

Σιμμίου Θηβαίου


Σιμμίας Θηβαῖος: φιλόσοφος, μαθητὴς Σωκράτους: ἔγραψε Περὶ Σοφίας ... περὶ Μουσικῆς ... καὶ ἄλλα φιλόσοφα.” συιδ.Σιμμίας Θηβαῖος: καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ Διάλογοι τρεῖς καὶ εἴκοσι: ... περὶ Ἐπῶν ... τί τὸ καλόν ... ” διογ. λ. 2. 124. 15ΣΩ. θεῖος γ᾽ εἶ περὶ λόγους, φαῖδρε, καὶ ἀτεχνῶς θαυμάσιος. οἶμαι γὰρ ἐγὼ τῶν ἐπὶ τοῦ σοῦ βίου γεγονότων λόγων μηδένα πλείους σὲ πεποιηκέναι γεγενῆσθαι ἤτοι αὐτὸν λέγοντα ἄλλους ἑνί γέ τῳ τρόπῳ προσαναγκάζοντα--ΣιμμίανΘηβαῖον ἐξαιρῶ λόγου: τῶν δὲ ἄλλων πάμπολυ κρατεῖσ--καὶνῦν αὖ δοκεῖς αἴτιός μοι γεγενῆσθαι λόγῳ τινὶ ῥηθῆναι.” πλατ. πηαεδρ. 242α

ἐπιγράμματα


Σιμμίου Θηβαίου εἰς Σοφοκλέα:

τὸν σὲ χοροῖς μέλψαντα Σοφοκλέα παῖδα Σοφίλλου,
τὸν τραγικῆς Μούσης ἀστέρα Κεκρόπιον,
πολλάκις ὃν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς
βλαισὸς Ἀχαρνίτης κισσὸς ἔρεψε κόμην,
τύμβος ἔχει καὶ γῆς ὀλίγον μέρος: ἀλλ᾽ περισσὸς
αἰὼν ἀθανάτοις δέρκεται ἐν σελίσιν.

αντη. παλ. 7.21
τοῦ αὐτοῦ εἰς τὸν Σοφοκλέα:

ἠρέμ᾽ ὑπὲρ τύμβοιο Σοφοκλέος, ἠρέμα, κισσέ,
ἑρπύζοις χλοεροὺς ἐκπροχέων πλοκάμους,
καὶ πέταλον πάντη θάλλοι ῥόδου, τε φιλορρὼξ
ἄμπελος ὑγρὰ πέριξ κλήματα χευαμένη,
εἵνεκεν εὐμαθίης πινυτόφρονος, ἣν μελιχρὸς
ἤσκησ᾽ ἐν Μουσῶν ἄμμιγα καὶ Χαρίτων.3

αντη. παλ. 7. 22
Σιμμίου: εἰς Πλάτωνα τὸν φιλόσοφον:

σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ
ἐνθάδε κεῖται ἀνὴρ θεῖος Ἀριστοκλέης:
εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον,
οὗτος ἔχει πλεῖστον, καὶ φθόνον οὐ φέρεται.4

αντη. παλ. 7. 60

Πραξιτέλους


ολψμπιαδε ξιιι φλορυερε πραχιτελες, ευπηρανορ ... πλιν. ν.η. 34.8 (19).50 ... πραχιτελες θυοθυε, θυι μαρμορε φελιξιορ, ιδεο ετ ξλαριορ φυιτ, φεξιτ ταμεν ετ εχ αερε πυλξηερριμα οπερα, ετξ.πλιν. ν.η. 34.8 (19). 69π. Ἡραίου τοῦ ἐν Ὀλυμπία: χρόνῳ δὲ ὕστερον καὶ ἄλλα ἀνέθεσαν ἐς τὸ Ἡραῖον, Ἑρμῆν λίθου, Διόνυσον δὲ φέρει νήπιον: τέχνη δέ ἐστι Πραξιτελοῦς.” παυς. 5. 17. 1

ἐπίγραμμα


π. φρύνης: καὶ πραξιτέλης δὲ ἀγαλματοποιὸς ἐρῶν αὐτῆς τὴν Κνιδίαν Ἀφροδίτην ἀπ᾽ αὐτῆς ἐπλάσατο καὶ ἐν τῇ τοῦ Ἔρωτος βάσει τῇ ὑπὸ τὴν σκηνὴν τοῦ θεάτρου ἐπέγραψε.

Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν ἔρωτα
ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,
Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ: φίλτρα δὲ βάλλω
οὐκέτ᾽ ὀϊστεύων ἀλλ᾽ ἀτενιζόμενος.

ατη. 13. 591 α

Παρρασίου


δε πιξτοριβυς: ποστ ζευχις ατθυε παρρηασιυς νον μυλτυμ αετατε δισταντες ξιρξα πελοποννεσιαξα αμβο τεμποραναμ ξυμ παρρηασιο σερμο σοξρατις απυδ χενοπηοντεμ ινϝενιτυρπλυριμυμ αρτι αδδιδερυντ. θυορυμ πριορ ... σεξυνδυς εχαμινασσε συβτιλιυς λινεας τραδιτυρ ... ιλλε ϝερο ιτα ξιρξυμσξριπσιτ ομνια, υτ ευμ λεγυμ λατορεμ ϝοξεντ, θυια δεορυμ ατθυε ηερουμ εφφιγιες, θυαλες αβ εο συντ τραδιταε, ξετερι τανθυαμ ιτα νεξεσσε σιτ σεθυυντυρ.θυιντ. 12. 10. 4Παρράσιος: ... Ἰόβας δὲ ἐν ὀγδόῃ Περὶ Ζωγράφων ... φησὶν αὐτὸν εἶναι υἱὸν καὶ μαθητὴν Εὐήνορος, Ἐφέσιον δὲ τὸ γένος.” ηαρποξρ.νοναγεσιμα ολψμπιαδε φυερε ... εϝενορ πατερ παρρηασιι ετ πραεξεπτορ μαχιμι πιξτορις.πλιν. ν.η. 35. 60

ἐπιγράμματα


οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὰ τῆς τρυφῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ Παρράσιον τὸν ζωγράφον πορφύραν ἀμπέχεσθαι, χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχοντα, ὡς ἱστορεῖ Κλέαρχος ἐν τοῖς Βίοις. οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρετῆς ἀντελαμβάνετο καὶ ἐπέγραφεν τοῖς ὑπ᾽ αὐτοῦ ἐπιτελουμένοις ἔργοις:

Ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ᾽ ἔγραψεν:

καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψενῥαβδοδίαιτος ἀνήρ’. ἐπέγραψεν δ᾽ ἐπὶ πολλῶν ἐργων αὐτοῦ καὶ τάδε:

Ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ᾽ ἔγραψα5
Παρράσιος κλεινῆς πατρίδος ἐξ Ἐφέσου.
οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὅς ῥα μ᾽ ἔφυσε6
γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης.

ηὔχησε δ᾽ ἀνεμεσήτως ἐν τούτοις:

εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε: φημὶ γὰρ ἤδη
τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ
χειρὸς ὑφ᾽ ἡμετέρης: ἀνυπέρβλητος δὲ πέπηγεν
οὖρος. ἀμώμητον δ᾽ οὐδὲν ἔγεντο βροτοῖς.

... τερατευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ Ἡρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαιιόμενος θεὸς σχημάτιζοι αὑτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα. ὅθεν καὶ ἐπέγραψεν τῷ πίνακι:

οἷος δ᾽ ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν
Παρρασίῳ δἰ ὕπνου, τοῖος ὅδ᾽ ἐστὶν ὁρᾶν.

ατη. 12. 543 ξ

Ζεύξιδος


χορος:
Κύπριδι τῇ καλῇ
καὶ Χάρισι ταῖς φίλαις
ξύντροφε Διαλλαγή,
ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρ᾽ ἐλάνθανες.
πῶς ἂν ἔμε καὶ σέ τις Ἔρως συνάγοι λαβών,
ὥσπερ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.

αρ. αξη. 989
Ζεῦξις ζωγράφος ἐν τῷ ναῷ τῆς Ἀφροδίτης ἐν ταῖς Ἀθήναις ἔγραψεν Ἔρωτα ὡραιότατον ἐστεμμένον ῥόδοις.” σξη. αρ. αξη. 989 ... ζευχις ατθυε παρρηασιυς ... θυορυμ πριορ λυμινυμ υμβραρυμθυε ινϝενισσε ρατιονεμ ... τραδιτυρ. ναμ ζευχις πλυς μεμβρις ξορπορις δεδιτ, ιδ αμπλιυς ατθυε αυγυστιυς ρατυς, υτ εχιστιμαντ ηομερυμ σεξυτυς, ξυι ϝαλιδισσιμα θυαεθυε φορμα ετιαμ ιν φεμινις πλαξετ.Θυιντ. 12. 10. 4 δε πιξτοριβυς

ἐπιγράμματα


ἄκουε δὴ καὶ ἑτέρου ζωγράφου, ὡς μὲν σὺ φαίης ἄν, ἀλαζονευομένου, ὡς δὲ οἱ ταῦτα δεινοὶ λέγουσιν, οὐ μεῖζον προσῆκον φρονήσαντος: λέγει δὲ τί;

Ἡράκλεια πατρίς, Ζεῦξις δ᾽ ὄνομ᾽: εἰ δέ τις ἀνδρῶν
ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν,
δείξας νικάτω
... δοκῶ δ᾽ ἡμᾶς οὐχὶ τὰ δεύτερ᾽ ἔχειν.

αριστιδ. 2. 521
δε ζευχιδε: φεξιτ ... ατηλεταμ, αδεοθυε σιβι ιν ιλλο πλαξυιτ υτ ϝερσυμ συβσξριβερετ ξελεβρεμ εχ εο, ‘ινϝισυρυμ αλιθυεμ φαξιλιυς θυαμ ιμιτατυρυμ.’

μωμήσεταί τις μᾶλλον μιμήσεται.

πλιν. ν.η. 35. 9. 62

ὡς Θουκυδίδου


Θουκυδίδης Ἀθηναῖος Ὀλόρου ἦν παῖς, Θρᾴκιον δὲ αὐτῷ τὸ γένος: καὶ γὰρ πατὴρ αὐτῷ Ὄλορος ἐκ Θρᾴκης εἶχε τοὔνομα ... γέγονε δὲ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου μαθητής ... στρατηγικὸς δὲ ἀνὴρ Θουκυδίδης γενόμενος καὶ τὰ περὶ Θάσον πιστευθεὶς μέταλλα πλούσιος μὲν ἦν καὶ μέγα ἐδύνατο, ἐν δὲ τῷ Πελοπονιησιακῷ πολέμῳ αἰτίαν ἔσχε προδοσίας ἐκ βραδυτῆτός τε καὶ ὀλιγωρίας ... γενόμενος δὲ φυγὰς Θουκυδίδης ἐσχόλαζε τῇ Συγγραφῇ τοῦ Πελοποννησιακοῦ Πολέμου ... πληρώσας δὲ τὴν ὀγδόην ἱστορίαν ἀπέθανε νόσῳ ... τελευτήσας δ᾽ ἐν᾽ Ἀθήνησιν ἐτάφη πλησίον τῶν Μελιτίδων πυλῶν.” ϝιτ. τηυξ.

ἐπίγραμμα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: