Σιμμίου Θηβαίου
“Σιμμίας Θηβαῖος: φιλόσοφος, μαθητὴς Σωκράτους: ἔγραψε Περὶ Σοφίας ... περὶ Μουσικῆς ... καὶ ἄλλα φιλόσοφα.” Suid. “Σιμμίας Θηβαῖος: καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ Διάλογοι τρεῖς καὶ εἴκοσι: ... περὶ Ἐπῶν ... τί τὸ καλόν ... ” Diog. L. 2. 124. 15 “ΣΩ. θεῖος γ᾽ εἶ περὶ λόγους, ὦ φαῖδρε, καὶ ἀτεχνῶς θαυμάσιος. οἶμαι γὰρ ἐγὼ τῶν ἐπὶ τοῦ σοῦ βίου γεγονότων λόγων μηδένα πλείους ἢ σὲ πεποιηκέναι γεγενῆσθαι ἤτοι αὐτὸν λέγοντα ἢ ἄλλους ἑνί γέ τῳ τρόπῳ προσαναγκάζοντα--ΣιμμίανΘηβαῖον ἐξαιρῶ λόγου: τῶν δὲ ἄλλων πάμπολυ κρατεῖσ--καὶνῦν αὖ δοκεῖς αἴτιός μοι γεγενῆσθαι λόγῳ τινὶ ῥηθῆναι.” Plat. Phaedr. 242a
ἐπιγράμματα
“Σιμμίου Θηβαίου εἰς Σοφοκλέα:
” Anth. Pal. 7.21τὸν σὲ χοροῖς μέλψαντα Σοφοκλέα παῖδα Σοφίλλου,
τὸν τραγικῆς Μούσης ἀστέρα Κεκρόπιον,
πολλάκις ὃν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς
βλαισὸς Ἀχαρνίτης κισσὸς ἔρεψε κόμην,
τύμβος ἔχει καὶ γῆς ὀλίγον μέρος: ἀλλ᾽ ὁ περισσὸς
αἰὼν ἀθανάτοις δέρκεται ἐν σελίσιν.
CURFRAG.tlg-1673.1
“τοῦ αὐτοῦ εἰς τὸν Σοφοκλέα:
” Anth. Pal. 7. 22ἠρέμ᾽ ὑπὲρ τύμβοιο Σοφοκλέος, ἠρέμα, κισσέ,
ἑρπύζοις χλοεροὺς ἐκπροχέων πλοκάμους,
καὶ πέταλον πάντη θάλλοι ῥόδου, ἥ τε φιλορρὼξ
ἄμπελος ὑγρὰ πέριξ κλήματα χευαμένη,
εἵνεκεν εὐμαθίης πινυτόφρονος, ἣν ὁ μελιχρὸς
ἤσκησ᾽ ἐν Μουσῶν ἄμμιγα καὶ Χαρίτων.1
CURFRAG.tlg-1673.2
“Σιμμίου: εἰς Πλάτωνα τὸν φιλόσοφον:
” Anth. Pal. 7. 60σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ
ἐνθάδε κεῖται ἀνὴρ θεῖος Ἀριστοκλέης:
εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον,
οὗτος ἔχει πλεῖστον, καὶ φθόνον οὐ φέρεται.2
CURFRAG.tlg-1673.3

