ἐπίγραμμα
“ἐποίησε δὲ καὶ ἐς αὐτὸν (Λυσίαν) ἐπίγραμμα Φιλίσκος ὁ Ἰσοκράτους μὲν γνώριμος, ἑταῖρος δὲ Λυσίου, δι᾽ οὗ φανερὸν ὡς προέλαβε τοῖς ἔτεσιν, ὡς καὶ ἐκ τῶν ὑπὸ Πλάτωνος εἰρημένων ἀποδείκνυται. ἔχει δὲ οὕτως:
” Plut. Vit. X. Orat. Lys. 3νῦν ὦ Καλλιόπης θύγατερ, πολυηγόρε Φρόντι,
δείξεις εἴ τι φρονεῖς καί τι περισσὸν ἔχεις:
τὸν γὰρ ἐς ἄλλο σχῆμα μεθαρμοσθέντα καὶ ἄλλοις
ἐν κόσμοισι βίου σῶμα λαχόνθ᾽ ἕτερον,
δεῖ σ᾽ ἀρετῆς κήρυκα τεκεῖν τινα Λυσίᾳ ὕμνον
ζών τε κατὰ φθιμένων κἀν ζόφῳ ἀθάνατον,
ὃς τό τ᾽ ἐμῆς ψυχῆς δείξει φιλέταιρον ἅπασιν,
καὶ τὴν τοῦ φθιμένου πᾶσι βροτοῖς ἀρετήν.
CURFRAG.tlg-0257.1

