Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ αὕτη μὲν ἀπήρτηται τοῦ ζητουμένου πολλὰ γὰρ δέδεικται ψυχρὰ τῶν λαμπρῶν ὄντα καὶ θερμὰ τῶν ἀμαυρῶν καὶ σκοτεινῶν. ἐκεῖναι δὲ συγγενέστεραι δυνάμεις ψυχρότητός εἰσι, τὸ ἐμβριθὲς τὸ πυκνὸν τὸ μόνιμον τὸ ἀμετάβλητον ὧν ἀέρι μὲν οὐδεμιᾶς, γῇ δὲ μᾶλλον ἢ ὕδατι πασῶν μέτεστι. καὶ μὴν ἐν τοῖς μάλιστα τὸ ψυχρὸν αἰσθητῶς [p. 494] σκληρόν ἐστι καὶ σκληροποιὸν. καὶ ἀντίτυπον. ἰχθῦς μὲν γὰρ ἱστορεῖ Θεόφραστος ὑπὸ ῥίγους πεπηγότας, ἂν ἀφεθῶσιν ἐπὶ τὴν γῆν, κατάγνυσθαι καὶ συντρίβεσθαι δίκην ὑελῶν ἢ κεραμεῶν σωμάτων., ἐν δὲ Δελφοῖς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.